Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.46 Dem. 49.50 (English) >>Dem. 49.53

49.49ὡς δʼ οὐκ ἀληθῆ λέγει, μέγα ὑμῖν ἐρῶ τεκμήριον. πρῶτον μὲν γὰρ ἐν Καλαυρείᾳ οὗτος φαίνεται δανεισάμενος τὰς χιλίας δραχμὰς καὶ οὐχ Βοιώτιος ναύαρχος, ἔπειτα ἀπαιτῶν Φίλιππος ἐνθάδε τοῦτον τὰς χιλίας δραχμὰς καὶ οὐ τὸν Βοιώτιον ναύαρχον, καὶ ἀποδοὺς οὗτος, ἀλλʼ οὐχ Βοιώτιος ναύαρχος· προσῆκεν γὰρ τῷ μὲν Βοιωτίῳ ἄρχοντι παρὰ τούτου τὴν τροφὴν τοῖς ἐν ταῖς ναυσὶν λαμβάνειν· ἐκ γὰρ τῶν κοινῶν συντάξεων μισθοφορία ἦν τῷ στρατεύματι· τὰ δὲ χρήματα σὺ ἅπαντα ἐξέλεξας ἐκ τῶν συμμάχων, καὶ σὲ ἔδει αὐτῶν λόγον ἀποδοῦναι. 49.50εἶτα καταλυθεισῶν τῶν Βοιωτίων νεῶν καὶ διαπελθόντων τῶν στρατιωτῶν τῷ μὲν Βοιωτίῳ ναυάρχῳ οὐδεὶς κίνδυνος ὑπʼ Ἀθηναίων ἦν, οὐδʼ ἐν ἀγῶνι καθειστήκει οὐδενί· σὺ δʼ ἐν τῷ μεγίστῳ· περίφοβος δὲ ὢν ἡγοῦ σοι μεγάλην ἐπικουρίαν ἀπολογίας ἔσεσθαι, ἐὰν παραμείνωσιν αἱ Βοιώτιαι τριήρεις, ἕως ἄν σοι κρίσις γένηται. ἔπειτα καὶ ἐκ τίνος ἂν φιλίας ποτὲ ἐδάνεισεν πατὴρ ἐμὸς τῷ Βοιωτίῳ ναυάρχῳ τὰς χιλίας δραχμάς, ὃν οὐκ ἐγίγνωσκεν; 49.51ἀλλὰ γὰρ ὑποθέσθαι φησὶν αὐτὸν χαλκόν. πόσον τινὰ καὶ ποδαπόν; καὶ πόθεν γενόμενον τὸν χαλκὸν τοῦτον τῷ Βοιωτίῳ ναυάρχῳ; πότερα κατʼ ἐμπορίαν ἀχθέντα ἀπʼ αἰχμαλώτων γενόμενον; εἶτα τίνες ἦσαν οἱ ἐνέγκαντες τὸν χαλκὸν ὡς τὸν πατέρα τὸν ἐμόν; μισθωτοὶ οἰκέται;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 49.46 Dem. 49.50 (English) >>Dem. 49.53

Powered by PhiloLogic